Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.294 Joseph. AJ 17.300 (English) >>Joseph. AJ 17.305

17.297αὐτὸς δὲ μυρίους Ἰουδαίους συνεστηκέναι πυνθανόμενος ἠπείγετο εἰς κατάληψιν αὐτῶν. οἱ δὲ οὐδʼ ἧκον εἰς χεῖρας, ἀλλὰ παρέδοσαν αὑτοὺς γνώμῃ τῇ Ἀχιάβου συνελθόντες. καὶ Οὔαρος τῷ πλήθει συγχωρῶν τὰς αἰτίας τῆς ἀποστάσεως ἔπεμπεν ἐπὶ Καίσαρα ὁπόσοι ἡγεμόνες ἦσαν αὐτῶν. 17.298Καῖσαρ δὲ τοὺς μὲν αὐτῶν πολλοὺς διῆκεν, ὁπόσοι δὲ συγγενεῖς ὄντες Ἡρώδου συνεστράτευον αὐτοῖς τούσδε ἐκόλασεν μόνους, εἰ μηδὲν φροντίσαντες τοῦ δικαίου κατὰ τῶν οἰκείων ἐστράτευον. 17.299

Οὔαρος μὲν δὴ ταῦτα καταστησάμενος καὶ φρουρὰν Ἱεροσολύμων τὸ καὶ πρότερον καταλιπὼν τάγμα ἐπʼ Ἀντιοχείας ἠπείγετο. Ἀρχελάῳ δʼ ἐπὶ Ῥώμης ἑτέρων πραγμάτων ἐφύοντο ἀρχαὶ κατὰ τοιαύτας αἰτίας. 17.300ἀφίκετο εἰς τὴν Ῥώμην πρεσβεία Ἰουδαίων Οὐάρου τὸν ἀπόστολον αὐτῶν τῷ ἔθνει ἐπικεχωρηκότος ὑπὲρ αἰτήσεως αὐτονομίας. καὶ ἦσαν οἱ μὲν πρέσβεις οἱ ἀποσταλέντες γνώμῃ τοῦ ἔθνους πεντήκοντα, συνίσταντο δὲ αὐτοῖς τῶν ἐπὶ Ῥώμης Ἰουδαίων ὑπὲρ ὀκτακισχίλιοι. 17.301Καίσαρός τε συνέδριον φίλων τε τῶν αὐτοῦ καὶ Ῥωμαίων τῶν πρώτων συνάγοντος ἐν ἱερῷ Ἀπόλλωνος μεγάλοις τέλεσιν ὑπʼ αὐτοῦ ἱδρυμένῳ, οἱ μὲν πρέσβεις μετὰ τοῦ πλήθους τῶν αὐτόθι Ἰουδαίων ἀφικνοῦνται, Ἀρχέλαος δὲ μετὰ τῶν φίλων. 17.302ὁπόσοι δὲ συγγενεῖς τοῦ βασιλέως ἦσαν Ἀρχελάῳ μὲν συντετάχθαι διὰ μῖσος τὸ πρὸς αὐτὸν ὑστέρουν, τοῖς δὲ πρέσβεσιν ὁμοψηφεῖν κατʼ αὐτοῦ δεινὸν ἡγοῦντο ἐν αἰσχύνῃ τῇ αὐτῶν οἰόμενοι γενήσεσθαι παρὰ Καίσαρι κατʼ ἀνδρὸς οἰκείου τοιάδε πράσσειν προθυμεῖσθαι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.294 Joseph. AJ 17.300 (English) >>Joseph. AJ 17.305

Powered by PhiloLogic